Acts 12

1Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. 2ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρῃ. 3
 ἰδὼν δὲ = WH Treg NA/NIV: || Καὶ ἰδὼν = RP
ἰδὼν δὲ ⸃ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον (ἦσαν
 δὲ = WH Treg: || δὲ αἱ = NA/NIV RP
δὲ ἡμέραι τῶν ἀζύμων),
4ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. 5 μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν
 ἐκτενῶς = WH Treg NA/NIV: || ἐκτενὴς = RP
ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν
 περὶ = WH Treg NA/NIV: || ὑπὲρ = RP
περὶ αὐτοῦ.

6Ὅτε δὲ ἤμελλεν
 προαγαγεῖν αὐτὸν = NA/NIV: || προσαγαγεῖν αὐτὸν = WH; || προάγειν αὐτὸν = Treg; || αὐτὸν προάγειν = RP
προαγαγεῖν αὐτὸν ⸃ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
7καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. 8εἶπεν
 δὲ = WH Treg NA/NIV: || τε = RP
δὲ ἄγγελος πρὸς αὐτόν·
 Ζῶσαι = WH Treg NA/NIV: || Περίζωσαι = RP
Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι.
9καὶ ἐξελθὼν
 ἠκολούθει = WH Treg NA/NIV: || ἠκολούθει αὐτῷ = RP
ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
10διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ἄγγελος ἀπ᾽ αὐτοῦ. 11καὶ Πέτρος
 ἐν ἑαυτῷ γενόμενος = WH Treg NA/NIV: || γενόμενος ἐν ἑαυτῷ = RP
ἐν ἑαυτῷ γενόμενος ⸃ εἶπεν· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν
 ὁ = WH NA/NIV: || [omit] = Treg RP
κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.

12Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν
 τῆς = WH Treg NA/NIV: || [omit] = RP
τῆς Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
13κρούσαντος δὲ
 αὐτοῦ = WH Treg NA/NIV: || τοῦ Πέτρου = RP
αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη,
14καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. 15οἱ δὲ πρὸς αὐτὴν εἶπαν· Μαίνῃ. δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον· ἄγγελός
 ἐστιν αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἐστιν = RP
ἐστιν αὐτοῦ ⸃.
16 δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν. 17κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέν
 τε = WH Treg NA/NIV: || δέ = RP
τε· Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.

18Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα Πέτρος ἐγένετο. 19Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας
 εἰς = WH Treg NA/NIV: || εἰς τὴν = RP
εἰς Καισάρειαν διέτριβεν.

20Ἦν
 δὲ = WH Treg NA/NIV: || δὲ ὁ Ἡρῴδης = RP
δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
21τακτῇ δὲ ἡμέρᾳ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν
 καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς·
22 δὲ δῆμος ἐπεφώνει·
 Θεοῦ φωνὴ = WH Treg NA/NIV: || Φωνὴ θεοῦ = RP
Θεοῦ φωνὴ ⸃ καὶ οὐκ ἀνθρώπου.
23παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθ᾽ ὧν οὐκ ἔδωκεν
 τὴν = WH Treg NA/NIV: || [omit] = RP
τὴν δόξαν τῷ θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.

24 δὲ λόγος τοῦ
 θεοῦ = Treg NA/NIV RP: || κυρίου = WH
θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο.
25Βαρναβᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν,
 εἰς = WH RP NA: || ἐξ = Treg; || ἀπὸ = NIV
εἰς Ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν,
 συμπαραλαβόντες = WH Treg NA/NIV: || συμπαραλαβόντες καὶ = RP
συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.



Copyright information for SBLG